[ ]
Pamph. — Perge: Lyrboton Kome (Varsak) — 117-138 AD — ABSA 17.1910.228,8 — SEG 6.673
| 1 | ❦ Αὐτοκράτορι Καίσαρι Τραϊανῷ Ἁδριανῷ Σεβαστῷ καὶ Ἀπόλλωνι Λυρβωτῶν. |
| Μούας Στασίου Τροκό[ν]δ̣ου ζῶν καὶ φ̣ρονῶν ἀπολ[είπ]ω [τῇ μ]ητρί μου [ἰ]ς τὸν τῆς ζωῆς χρόνον μο[νά]γ[ρ]ιον | |
| τόπῳ Βαίῳ καὶ χʹ ὡρᾳσμ[έν]α[ι] ἐλε͂αι καὶ μοσχάδες ἐλεῶν τόπῳ Τρισὶν ἐλέαις καὶ ἄλλῳ τό[π]ῳ λεγομένῳ | |
| πρὸς Καλλικλῇδος Αρμακα· μ[ε]τὰ δ[ὲ] τὴν τελευτὴν τῆς μητρό̣[ς μου ἀ]πολείπω θεῷ Ἀπόλλωνι Λ[υρ]βωτῶν, ἐφ’ ᾧ οἱ κατὰ ἔτο[ς] | |
| 5 | αἱρούμενοι κωμάρχαι προνοῶσι[ν], ὅπως μισθοῦνται τὰ προδ[η]λο[ύ]με[να] καὶ ἡ ἀπ’ αὐτ[ῶν] τὸ κατ’ ἐνιαυτὸν πρόσοδο<ς> |
| χωρῇ εἴς τε θυσίας τοῦ Ἀπόλλωνος καὶ ἀγορασμὸν οἴνου καὶ ἄ[ρ]των ἰς τὸ ἄγεσθαί μοι ἡμέραι καὶ ἀγῶνες τὸ | |
| κατ’ ἐνιαυτὸν μηνὶ ἐνάτῳ τρίτῃ εὐωχουμένων πάντων τῶν κατοικούντων τὴν κώμην ἐν τῇ ἡμέρᾳ ἀπομνημο- | |
| νεύεσθ[α]ι ἐμέ τε καὶ Κότην Στασίου τὸν ἀδελφόν μου καὶ Κίλλην Μόου τὴν μητέ- | |
| ρα μου μηδενὸς ἔχοντος ἐξουσ[ί]αν τὰ προγεγραμ[μένα] ἢ καὶ μέρο[ς] τι αὐτῶν πωλῆσαι | |
| 10 | ἢ ἐξαλλοτριῶσαι ἢ τὸν ἐξ αὐτῶν πόρον ἢ καὶ μέρος τι ἀ[ναλίσκειν] εἰς ἑτέρας χρείας κατὰ μηδένα τρό- |
| πον· εἰ δὲ μή, ὁ παρὰ τὰ ὑπ’ ἐμοῦ διατεταγμένα [ποιήσας ἀπο]τεισάτω ἰς Ἄρτεμιν Περγαίαν | |
| δηνάρια χείλια, καὶ τὰ ὑπ’ ἐμοῦ διατεταγμέ[να μενεῖ], καθὼς διεταξάμην, ἰς τὸν | |
| ❦ ἅπαντα χρόνον. |