[ ]
Pamph., E. — Kolybrassos? (Ayasofya)
1 | Τρώϊλον Οβριμου νέον, |
καλὸν καὶ ἀγαθόν, ἡ σορὸς | |
αὕτη ὑπεδέξατο, ὅστις | |
ἐπαινούμενος διετέλει τὸν | |
5 | βίον ἐπί τε νόμων ἐμπειρίᾳ |
καὶ τρόπων ἐπιεικείᾳ· πατρίδι | |
χρήσιμον γενόμενον ἐν πᾶσι | |
καὶ οἰκείοις καὶ φίλοις | |
καὶ σύμβουλον ἀγαθόν, ἔτι δὲ | |
10 | ἀρχὴν αὐτὸν ἔχοντα βίου |
τὸ κοινὸν ἁπάντων | |
καθ̣εῖλεν θνητῶν τέλος. |