[ ]
Pamph., E. — Kolybrassos? (Ayasofya)
| 1 | Τρώϊλον Οβριμου νέον, |
| καλὸν καὶ ἀγαθόν, ἡ σορὸς | |
| αὕτη ὑπεδέξατο, ὅστις | |
| ἐπαινούμενος διετέλει τὸν | |
| 5 | βίον ἐπί τε νόμων ἐμπειρίᾳ |
| καὶ τρόπων ἐπιεικείᾳ· πατρίδι | |
| χρήσιμον γενόμενον ἐν πᾶσι | |
| καὶ οἰκείοις καὶ φίλοις | |
| καὶ σύμβουλον ἀγαθόν, ἔτι δὲ | |
| 10 | ἀρχὴν αὐτὸν ἔχοντα βίου |
| τὸ κοινὸν ἁπάντων | |
| καθ̣εῖλεν θνητῶν τέλος. |