[ ] Pamph., E. — Kolybrassos? (Ayasofya)
1 Τρώϊλον Οβριμου νέον,
καλὸν καὶ ἀγαθόν, ἡ σορὸς
αὕτη ὑπεδέξατο, ὅστις
ἐπαινούμενος διετέλει τὸν
5 βίον ἐπί τε νόμων ἐμπειρίᾳ
καὶ τρόπων ἐπιεικείᾳ· πατρίδι
χρήσιμον γενόμενον ἐν πᾶσι
καὶ οἰκείοις καὶ φίλοις
καὶ σύμβουλον ἀγαθόν, ἔτι δὲ
10 ἀρχὴν αὐτὸν ἔχοντα βίου
τὸ κοινὸν ἁπάντων
καθ̣εῖλεν θνητῶν τέλος.
Search Help
Contact Us