[ ]
Pamph., E. — Kotenna (Menteşbey--Gödene) — mid-2nd c. AD
1 | ἐπεὶ Κβαρουης Σητου θυγάτηρ, πατρὸς Ση- |
του Νεοπτολέμου ἀρχιερασαμένου τοῖς | |
Σεβαστοῖς καὶ ἄρξαντος τῆς πατρίδος δὶς | |
καὶ ἐν ἄλλαις ὑπηρεσίαις γενομένου, μη- | |
5 | τρὸς δὲ Οὐετιλλίας Σταναμοου Σητου θυγατρὸς |
σώφρονος ἱερασαμένης [θε]ῷ̣ Ἀρ̣[τέμιδι], ἐγ̣γ̣ό- | |
νη δὲ πρὸς μητρὸς Στα[να]μοου Σητο[υ], ἀνδρὸ[ς] | |
ἀρχιερασαμένου τοῖς Σε[β]αστοῖς καὶ ἄρξαντος | |
τῆς πατρίδος τρὶς καὶ πρε[σ]βεύσαντος δὶς εἰς | |
10 | τὴν βασιλίδα Ῥώμην, ἐγγ̣[ό]νη δὲ πρὸς πατρὸς |
Νεοπτολέμου Σητου [ἀρ]χιερασαμένου | |
τοῖς Σεβαστοῖς καὶ ἄρξαν[τ]ος τῆς πατρίδος τε- | |
τράκι, αὐτὴ σώφρονα καὶ κό̣σμιον βίον ἐπανῃρη- | |
μένη, τὸ τέταρτον νῦν̣ ἱερωμένη τῇ πατρί- | |
15 | ῳ θεῷ Ἀρτέμιδι, ἑστιάσασα̣ καθ’ ἑκάστην ἱερωσύ- |
νην πάντα τὸν δῆμον καὶ τοὺς παρεπιδη- | |
μοῦντας ξένους, ἀναθήματά τε τῇ θεῷ ἱκα- | |
νὰ ἐκ τῶν ἰδίων ἀνατεθεικυῖα· δοκεῖ διά τε | |
τὰς τῶν προγόνων α[ὐ]τῆς καὶ τὰς ἰδίας φ[ιλο]- | |
20 | [τ]ειμίας τετειμῆσθαι αὐ̣τ̣ὴν εἰκόνι ἐν ἀσπιδ̣[ί]- |
[ῳ] ἐπιχρύσῳ καὶ ἀνδριάν[τι]· συντετειμῆσθαί | |
[τ]ε αὐτῇ καὶ ὅλον τὸν οἶ[κ]ο̣ν, τὸν δὲ ἀνδριάν- | |
τα αὐτῆς ἀνασταθῆναι [ἐ]ν̣ τῷ περιβόλῳ τῆς | |
[Ἀρτέμιδος]. |