[ ] Pamph., E. — Kotenna (Menteşbey--Gödene) — mid-2nd c. AD
1 ἐπεὶ Κβαρουης Σητου θυγάτηρ, πατρὸς Ση-
του Νεοπτολέμου ἀρχιερασαμένου τοῖς
Σεβαστοῖς καὶ ἄρξαντος τῆς πατρίδος δὶς
καὶ ἐν ἄλλαις ὑπηρεσίαις γενομένου, μη-
5 τρὸς δὲ Οὐετιλλίας Σταναμοου Σητου θυγατρὸς
σώφρονος ἱερασαμένης [θε]ῷ̣ Ἀρ̣[τέμιδι], ἐγ̣γ̣ό-
νη δὲ πρὸς μητρὸς Στα[να]μοου Σητο[υ], ἀνδρὸ[ς]
ἀρχιερασαμένου τοῖς Σε[β]αστοῖς καὶ ἄρξαντος
τῆς πατρίδος τρὶς καὶ πρε[σ]βεύσαντος δὶς εἰς
10 τὴν βασιλίδα Ῥώμην, ἐγγ̣[ό]νη δὲ πρὸς πατρὸς
Νεοπτολέμου Σητου [ἀρ]χιερασαμένου
τοῖς Σεβαστοῖς καὶ ἄρξαν[τ]ος τῆς πατρίδος τε-
τράκι, αὐτὴ σώφρονα καὶ κό̣σμιον βίον ἐπανῃρη-
μένη, τὸ τέταρτον νῦν̣ ἱερωμένη τῇ πατρί-
15 ῳ θεῷ Ἀρτέμιδι, ἑστιάσασα̣ καθ’ ἑκάστην ἱερωσύ-
νην πάντα τὸν δῆμον καὶ τοὺς παρεπιδη-
μοῦντας ξένους, ἀναθήματά τε τῇ θεῷ ἱκα-
νὰ ἐκ τῶν ἰδίων ἀνατεθεικυῖα· δοκεῖ διά τε
τὰς τῶν προγόνων α[ὐ]τῆς καὶ τὰς ἰδίας φ[ιλο]-
20 [τ]ειμίας τετειμῆσθαι αὐ̣τ̣ὴν εἰκόνι ἐν ἀσπιδ̣[ί]-
[ῳ] ἐπιχρύσῳ καὶ ἀνδριάν[τι]· συντετειμῆσθαί
[τ]ε αὐτῇ καὶ ὅλον τὸν οἶ[κ]ο̣ν, τὸν δὲ ἀνδριάν-
τα αὐτῆς ἀνασταθῆναι [ἐ]ν̣ τῷ περιβόλῳ τῆς
[Ἀρτέμιδος].
Search Help
Contact Us