[ ]
Pamph., E. — Syedra (Seki/Asar Tepe) — 3rd quarter 1st c. BC? — SEG 41.1411
| 1 | Πάμφυλοι Συεδρῆες ἐπίξυν[ον πάτριόν(?) τ]ε {²vac.}² |
| ναίοντες χθόνα παμμιγέων Ε—c.6—ΑΤΑ φωτῶν, | |
| Ἄρηος δείκηλον ἐναιμέος ἀνδροφόνοιο | |
| στήσαντες μεσάτῳ πόλιος [κ]ά̣[ρ]ᾳ̣ ἔ̣ρ̣δετε θύσθλ̣α̣, | |
| 5 | δεσμοῖς Ἑρμείαο σιδηρείοις μιν ἔχοντες· |
| ἐγ δ’ ἑτέροιο Δίκη σφε θεμιστεύουσα δικ̣άζ[οι]. | |
| αὐτὰρ ὁ λισσομένῳ ἴκελος πέλοι· ὧδε γ[ὰρ ὑ]μεῖν | |
| ἔσσεται εἰρηναῖος, ἀνάρσιον ὄχλον ἐ̣[λά]σσας | |
| τῆλε πάτρης, ὄρσει δὲ πολύλλιτον εὐοχθείαν. | |
| 10 | σὺν δὲ καὶ ὑμέες ἅπτεσθαι κρατεροῖο [π]όν[οι]ο̣, |
| ἢ σεύοντες ἢ ἐν δεσμοῖς ἀλύτοις πε̣[δ]όω[ντες], | |
| μηδ’ ὄκνῳ δόμεναι ληιστήρων τ̣ί̣σ̣[ι]ν αἰν[ήν]. | |
| οὕτω γὰρ μάλα πᾶσαν ὑπεγδύσε̣[σθε κ]όλο[υσιν]. |