[ ] Lykao. — Laodicea Comb.: Dedeler — SERP 176,69 + p.377
1 ἀνέρα κυδάλιμον ἀγανόφρονος ἠδ’ ἀγαθοῖο
ὀλβίου πατέρος γαίης τ’ ἐριβώλου ἀρούρης
σῆμα τόδε κεύθι φιλίῃ ἐν πατρίδι γαίῃ
Οὐαρελιανὸν κλυτὸν ἄνδρα βροτῶν ἀγαθῶν τε τοκήων,
5 εἱερέων ὄχ’ ἄριστον ἑῆς ἐνὶ πατρίδι γαίῃ
τοὔνεκα οἳ τόδε σῆμα ἑὴ θυγάτηρ καὶ ἄκοιτις
ἔστησαν μνήμης ἐπιτύμβιον ἐκτελέσαντες
γαμβρὸς δ’ ἤτοι {²⁷δή τοι?}²⁷ πάντα τελέσσατο, ἢ τάχα πάντες,
Ἀφθόνιος ᾧ τοκέει γλυκερῷ ἀμοιβῇ δῶρα τελέσ-
10                            σας.
Search Help