[ ]
Lykao. — Laodicea Comb. (Lādik) — Dedeler — SERP 176,69 + p.377
1 | ἀνέρα κυδάλιμον ἀγανόφρονος ἠδ’ ἀγαθοῖο |
ὀλβίου πατέρος γαίης τ’ ἐριβώλου ἀρούρης | |
σῆμα τόδε κεύθι φιλίῃ ἐν πατρίδι γαίῃ | |
Οὐαρελιανὸν κλυτὸν ἄνδρα βροτῶν ἀγαθῶν τε τοκήων, | |
5 | εἱερέων ὄχ’ ἄριστον ἑῆς ἐνὶ πατρίδι γαίῃ |
τοὔνεκα οἳ τόδε σῆμα ἑὴ θυγάτηρ καὶ ἄκοιτις | |
ἔστησαν μνήμης ἐπιτύμβιον ἐκτελέσαντες | |
γαμβρὸς δ’ ἤτοι {²⁷δή τοι?}²⁷ πάντα τελέσσατο, ἢ τάχα πάντες, | |
Ἀφθόνιος ᾧ τοκέει γλυκερῷ ἀμοιβῇ δῶρα τελέσ- | |
10 | σας. |