[ ]
Lykao. — Laodicea Comb. (Lādik) — Dedeler — SERP 176,69 + p.377
| 1 | ἀνέρα κυδάλιμον ἀγανόφρονος ἠδ’ ἀγαθοῖο |
| ὀλβίου πατέρος γαίης τ’ ἐριβώλου ἀρούρης | |
| σῆμα τόδε κεύθι φιλίῃ ἐν πατρίδι γαίῃ | |
| Οὐαρελιανὸν κλυτὸν ἄνδρα βροτῶν ἀγαθῶν τε τοκήων, | |
| 5 | εἱερέων ὄχ’ ἄριστον ἑῆς ἐνὶ πατρίδι γαίῃ |
| τοὔνεκα οἳ τόδε σῆμα ἑὴ θυγάτηρ καὶ ἄκοιτις | |
| ἔστησαν μνήμης ἐπιτύμβιον ἐκτελέσαντες | |
| γαμβρὸς δ’ ἤτοι {²⁷δή τοι?}²⁷ πάντα τελέσσατο, ἢ τάχα πάντες, | |
| Ἀφθόνιος ᾧ τοκέει γλυκερῷ ἀμοιβῇ δῶρα τελέσ- | |
| 10 | σας. |