[ ]
Lykao. — Laodicea Comb. (Lādik) — Altınekin-Zıvarık
| 1 | — — — — — — — — — — — — — — — —Α̣Ν̣ΙΚΗΦΟ |
| — — — — — — — — — — — — — ἀρ̣ίστους πολ̣- | |
| [— — — — — — — — —] μνήμης χάριν ἐξετέλε- | |
| [σσαν· στ]ήλῃ κατέγραψαν πόσων ἄ<θ>λων | |
| 5 | [ἔ]σ̣χ̣ετο τιμή<ν>. τετράσωμον δὲ ὖκον πιστῶς |
| ἐκτήσατο τοῦτον χωροῦ<ν>τα σύνευνον | |
| καὶ τέκνα πολλοαγάπητα· οὔτε γὰρ | |
| ἐν ζωῇ οὗτοι ἐχωρίσθησαν ἄνφω | |
| καὶ πάλιν θανόντες ἐν ἑνὶ σπηλέῳ κα- | |
| 10 | τάκιντε· πόθον γὰρ μέγαν ἔσχον ἰς ἀλ- |
| λήλους ὁρόωντες. ἰστήλην δὲ ταύτην | |
| θεὸς ἄφθιτος ἔστησεν αὐτός καὶ κό- | |
| ποι οἰκῖοι καὶ τέκνων προέρεσις ἐσ- | |
| θλή. τίς δ’ ἂν τῇ τίτλῳ ταύτῃ κακὴν χεῖ- | |
| 15 | ραν προσενένκῃ, λίψη οἶκον ἔρημον |
| καὶ ὀρφανὰ καὶ χήραν γυναῖκαν ἀλι- | |
| τρεύουσαν κατὰ οἶκον. ὑπὲρ μνήμης δ’ ἀ- | |
| γαθῆς καὶ ἐπένου δόξαν ἔτευξαν. |