[ ] Lykao. — Laodicea Comb. (Lādik) — Dedeler
1 ☩ ἀνέρα κυδάλιμον ἀγανόφρονος ἠδ’ ἀγαθοῖο
ὀλβίου πατέρος γαίης τ’ ἐριβώλον ἀρούρης.
σῆμα τόδε κεύθι φιλίῃ ἐνὶ πατρίδι γαίῃ
Οὐαρελιανὸν κλυτὸν ἄνδρα βροτῶν ἀγαθῶν τε τοκήων
5 εἱερέων ὄχ’ ἄριστον ἑῆς ἐνὶ πατρίδι γαίῃ.
τοὔνεκά οἱ τόδε σῆμα ἑὴ θυγάτηρ καὶ ἄκοιτις
ἔστησαν μνήμης ἐπιτύμβιον ἐκτελέσαντες·
γαμβρὸς δ’ ἤτοι πάντα τελέσσατο ᾗ τάχ’ ἅπαντες,
Ἀφθόνιος ᾧ τοκέει γλυκερῷ ἀμοιβῆς δῶρα τελέσ-
10                                      σας.
Search Help
Contact Us