[ ]
Lykao. — Laodicea Comb. (Lādik) — Dedeler
| 1 | ☩ ἀνέρα κυδάλιμον ἀγανόφρονος ἠδ’ ἀγαθοῖο |
| ὀλβίου πατέρος γαίης τ’ ἐριβώλον ἀρούρης. | |
| σῆμα τόδε κεύθι φιλίῃ ἐνὶ πατρίδι γαίῃ | |
| Οὐαρελιανὸν κλυτὸν ἄνδρα βροτῶν ἀγαθῶν τε τοκήων | |
| 5 | εἱερέων ὄχ’ ἄριστον ἑῆς ἐνὶ πατρίδι γαίῃ. |
| τοὔνεκά οἱ τόδε σῆμα ἑὴ θυγάτηρ καὶ ἄκοιτις | |
| ἔστησαν μνήμης ἐπιτύμβιον ἐκτελέσαντες· | |
| γαμβρὸς δ’ ἤτοι πάντα τελέσσατο ᾗ τάχ’ ἅπαντες, | |
| Ἀφθόνιος ᾧ τοκέει γλυκερῷ ἀμοιβῆς δῶρα τελέσ- | |
| 10 | σας. |