[ ]
Phryg., N. — Aizanoi (Çavdarhisar) — bef. 156/7 AD? — MDAI(A) 35.1985.217
1 | Μ. Οὔλ. Ἀππουληιανὸν Φλαβια- |
νὸν υἱὸν Μ. Οὐλ. Ἀππουληίου Φλα- | |
βιανοῦ ἀρχιερέως Ἀσίας ναῶν | |
τῶν ἐν Περγάμῳ ἐτείμησεν ἡ βου- | |
5 | λὴ καὶ ὁ δῆμος ὁ Αἰζανιτῶν τὸν |
ἑαυτῶν εὐεργέτην εὐσεβῆ | |
καὶ φιλόπολιν ἀγωνοθετήσαντα | |
τῶν πρῶτον διατεθέντων Δείων | |
καὶ εἰρηναρχήσαντα δὶς καὶ βουλαρ- | |
10 | χήσαντα καὶ στρατηγήσαντα ἐπι- |
φανῶς καὶ ἱερατεύσαντα τοῦ Διὸς φι- | |
λοτίμως καὶ ἐν σιτοδείᾳ ἐπευωνί- | |
σαντα τὴν τιμὴν εὐθηνίαν τε ἄφθο- | |
νον παρασχόντα τῇ τε Ἀσίᾳ καὶ τῇ πόλει | |
15 | ἀγοραίαν ἄγοντος Κορνηλίου Λατινιανοῦ καὶ |
ἱερέα τοῦ Διὸς διὰ βίου καὶ πρύτανιν | |
καὶ ἀγωνοθέτην τῶν μεγάλων πεν- | |
ταετηρικῶν ἀγώνων διανομαῖς καὶ | |
φιλοδοξίαις ἀσύνκριτον παρασχόν- | |
20 | τα ἑαυτὸν καὶ τὰς ἄλλας πάσας ἀρχὰς |
καὶ πρεσβείας ἀνύσαντα μετὰ προ- | |
θυμίας καὶ αὐθαιρέτου σπουδῆς, | |
ἀναστήσαντος τὸν ἀνδριάντα | |
Μ. Οὐλπίου Ἀππουληίου Εὐρυκλέ- | |
25 | ους τοῦ υἱοῦ αὐτοῦ ἀγωνοθέτου |
τῶν Δείων καὶ ἱερέως Διονύσου | |
διὰ βίου. |