[ ]
Phryg., N. — Aizanoi (Çavdarhisar) — bef. 156/7 AD? — MDAI(A) 35.1985.217
| 1 | Μ. Οὔλ. Ἀππουληιανὸν Φλαβια- |
| νὸν υἱὸν Μ. Οὐλ. Ἀππουληίου Φλα- | |
| βιανοῦ ἀρχιερέως Ἀσίας ναῶν | |
| τῶν ἐν Περγάμῳ ἐτείμησεν ἡ βου- | |
| 5 | λὴ καὶ ὁ δῆμος ὁ Αἰζανιτῶν τὸν |
| ἑαυτῶν εὐεργέτην εὐσεβῆ | |
| καὶ φιλόπολιν ἀγωνοθετήσαντα | |
| τῶν πρῶτον διατεθέντων Δείων | |
| καὶ εἰρηναρχήσαντα δὶς καὶ βουλαρ- | |
| 10 | χήσαντα καὶ στρατηγήσαντα ἐπι- |
| φανῶς καὶ ἱερατεύσαντα τοῦ Διὸς φι- | |
| λοτίμως καὶ ἐν σιτοδείᾳ ἐπευωνί- | |
| σαντα τὴν τιμὴν εὐθηνίαν τε ἄφθο- | |
| νον παρασχόντα τῇ τε Ἀσίᾳ καὶ τῇ πόλει | |
| 15 | ἀγοραίαν ἄγοντος Κορνηλίου Λατινιανοῦ καὶ |
| ἱερέα τοῦ Διὸς διὰ βίου καὶ πρύτανιν | |
| καὶ ἀγωνοθέτην τῶν μεγάλων πεν- | |
| ταετηρικῶν ἀγώνων διανομαῖς καὶ | |
| φιλοδοξίαις ἀσύνκριτον παρασχόν- | |
| 20 | τα ἑαυτὸν καὶ τὰς ἄλλας πάσας ἀρχὰς |
| καὶ πρεσβείας ἀνύσαντα μετὰ προ- | |
| θυμίας καὶ αὐθαιρέτου σπουδῆς, | |
| ἀναστήσαντος τὸν ἀνδριάντα | |
| Μ. Οὐλπίου Ἀππουληίου Εὐρυκλέ- | |
| 25 | ους τοῦ υἱοῦ αὐτοῦ ἀγωνοθέτου |
| τῶν Δείων καὶ ἱερέως Διονύσου | |
| διὰ βίου. |