[ ]
Phryg. — Akmonia (Ahat) — Banaz — 85 AD — REA 3.1901.273 — REA 4.1902.79, 267; SEG 13.542 — IGR 4.661
| 1 | [— — — τῆς] διανομῆς με[τ]εχεῖν καὶ ἰσ[ομοιρεῖν(?) καθ]- |
| [εστα]μένους ὑπὸ τοῦ Πραξίου πρὸς τῷ μνημείῳ αὐτοῦ ἀπε[λευ]- | |
| [θέρ]ους· ἓξ ἀναριθμεῖσθαι δὲ ἰς τὸν τῶν τελευτώντων [τόπον] | |
| τοὺς ἐξ αὐτῶν {αὐ}τῶν ἐπιγεννωμένων μέχρι τῶν ἕξ, γείνε̣[σ]- | |
| 5 | θαι δὲ τὴν κατάκλισιν μηνὸς Πανήμου ἡμέρᾳ εὐδαιμοσύνης |
| καὶ ἀπὸ τῆς προσόδου ταύτης ἐπὶ τὸ μνημεῖον τοῦ Πραξίου ἀ[πο]- | |
| φέρεσθαι ὑπὸ τῶν ἀρχόντων τῆς πόλεως καὶ τοῦ γραμματέως | |
| τῆς βουλῆς ῥόδα δηναρίων δέκα δύο· προνοεῖν δὲ τήν τε βουλὴν [καὶ] | |
| τοὺς κατ’ ἐνιαυτὸν ἰς τὰς ἀρχὰς καθισταμένους πάντας τῶν τ[ε](?) | |
| 10 | ἀπελευθέρων, καὶ ὅπως μηδὲν τοῦ μνημείου τούτου ἢ τῶν περὶ α[ὐ]- |
| τὸ φυτειῶν ἢ οἰκοδομιῶν ἐλασσωθῇ ἢ ἐξαλλοτριωθῇ κατὰ μηδέ- | |
| να τρόπον· τοῦτο δὲ τὸ ψήφισμα νενομοθετῆσθαι τῷ αἰῶνι τῆς Ῥω- | |
| μαίων ἡγεμονίας φυλαχθησόμενον, μηδενὸς ἐξουσίαν ἔχοντος | |
| ἀλλάξαι τι τῶν δεδογμένων ἢ μεταποιῆσαι ἢ εἰς ἑτέραν τινὰ | |
| 15 | χρείαν μετενενκεῖν κατὰ μηδένα τρόπον· πάντας δὲ κοινῇ |
| καὶ καθ’ ἕνα προνοεῖσθαι ὑπὲρ τοῦ φυλαχθῆναι τὰ ἐψηφισμένα | |
| κοινὰ καὶ ἀνεπιχείρητα πρὸς τῇ Τίτου Πραξίου διαταγῇ κ[ἀμοὶ] {²⁶καὶ ἐμοὶ}²⁶ | |
| μόνῳ ἐξεῖναι τῶν ἐν τῷ ψηφίσματι γεγραμμένων ἀλ̣λ̣άξαι | |
| τι ἢ διορθῶσαι ἢ τοῖς γεγραμμένοις προσδιατάξασθαι· εἶναι | |
| 20 | δὲ τοῖς δεδογμένοις πᾶσι καὶ μάλιστα ἵνα μόνοι οἱ παρόντες |
| καὶ κατακλεινόμενοι βουλευταὶ λαμβάνωσι τὴν διανομὴν | |
| [τ]α̣ύτην, ἐπισκόπους καὶ μάρτυρας θεοὺς Σεβαστοὺς καὶ θε- | |
| [οὺς] πατρίου<ς> καὶ Δία Στοδμηνὸν καὶ Σωτῆρα Ἀσκληπιὸν καὶ Ἀρ[τέ]- | |
| [μιδα] Ἐφεσίαν κοινῇ τε ὑπὸ πάντων καὶ καθ’ ἕνα ἐπικεκλημέ[νους] | |
| 25 | [τῶν οὕτω]ς ἐψηφισμένων φύλακας· παρακεκλῆσθαι δὲ τὸν γραμ- |
| [ματέα τῆς] βουλῆς καὶ ἱερέα Ἀσκληπιάδην ὅπως καὶ μετὰ τὸν | |
| [ἐφ’ ἔτος ἐνι]αυτὸν πρόνοιαν ποιῆται τῶν ὑπὸ τοῦ Πραξίου | |
| [δεδομένων(?)] καὶ διατεταγμένων εἰς τὸ διηνεκές, καθὼς καὶ | |
| [ὑπὸ τοῦ Πραξί]ου παρεκλήθη· λαχόντων δογματογράφων Πον[τικοῦ(?)] | |
| 30 | [δὶς(?), Διο]φάντου Ἑκατέου τοῦ Ποντικοῦ, Ἀλεξάνδρου |
| [— — —]· ἐκυριώθη πρὸ τριῶν Νωνῶν Μαρτίων [Αὐτοκρά]- | |
| [τορι Δομι]τιανῷ Καίσαρι Σεβαστῷ Γερμανικῷ τῷ αιʹ, | |
| [ὑπάτῳ, ἔτους ρξ]θʹ, μηνὸς Ξανδικοῦ τρισκαι[δεκάτου], | |
| [ἐγράφη(?) δ]ιὰ Ἐρμογένου δημοσίου. |