[ ]
Phryg. — Apameia (Dinar) — CIG 3960 — CB 293, p.461; IGR 4.787
1 | ὁ δῆμος ὁ Ἀπολλωνιατῶν |
τῶν ἀπὸ Ῥυνδάκου ἐτείμη- | |
σεν Τιβέριον Κλαύδιον Τιβε- | |
ρίου υἱὸν Κυρείνα Μιθριδάτην | |
5 | ἀρχιερέα τῆς Ἀσίας, τὸν ἑαυτῶν |
προστάτην καὶ εὐεργέτην, διά τε | |
τὴν ἐκ λόγων καὶ ἤθει ἀρετὴν | |
καὶ διὰ τὴν πρὸς αὐτὸν εὔνοι- | |
αν, τὴν ἐπιμέλειαν ποιησαμέ- | |
10 | νου τῆς τοῦ ἀνδριάντος ἀνασ- |
τάσεως Ξένωνος Ἀπολλωνίου, | |
ἀνδρὸς κρατίστου τῶν πολειτῶν. |