[ ]
Phryg. — Laodikeia on the Lykos (Eskihisar) — 79 AD — CIG 3935 — IGR 4.845; MAMA VI,List 140,3
1 | [Αὐτοκρ]ά[τορι] Τίτωι Καίσαρι Σεβαστῶι Οὐεσπασιανῶι ὑπάτῳ τὸ ζʹ Αὐτοκράτορος θεοῦ Οὐεσπασια- |
νοῦ υἱῶι καὶ τῶι δήμωι Νεικόστρατος Λυκίου τοῦ Νεικοστράτου τὸ <σ>τ[άδιον ἀμφι]- | |
θέατρον λευκόλιθον ἐκ τῶν ἰδίων ἀνέθηκεν, τὰ προσλείψαντα τοῦ ἔργου τελειώσαντος Νεικοστρά- | |
του τοῦ κληρονόμου αὐτοῦ, καθιερώσαντος Μάρκου Οὐλπίου Τραιανοῦ τοῦ ἀνθυπάτου. ❦ |