[ ]
Phryg. — Hierapolis (Pamukkale) — CIG 3915
a.1 | Π(οπλίου) Αἰλ(ίου) Ἀπολλιναρί- |
ου Μακεδόνος καὶ Νε- | |
ρα<τί>ας Ἀπολλωνίδος. | |
b.1 | Π(όπλιος) Αἴλιος, Π(οπλίου) Αἰλίου Ἀπολλιναρίου Ἰουλιανοῦ υἱὸς, Σεργία Ἀπολλινάρι<ο>ς Μακεδὼν |
τὸν περίβολον τοῦ ἡρῴου καὶ τὸν βωμὸν κατεσκεύασεν· ἐν ᾧ κηδευθήσονται οἷς ἂν αὐτὸς συνχωρήσῃ, ἕτερος δὲ οὐδείς. | |
ὁμοίως ἐπέθηκε τῷ βωμῷ σορὸν Θιουντηνήν, ἐν ᾗ κηδευθήσεται αὐτὸς καὶ εἴ τινι ἑτέρῳ αὐτὸς συνχωρήσῃ δι’ ἐνγράφου, ἑτέ- | |
ρῳ δὲ οὐδενὶ ἐξέσται κηδευθῆναι· εἰ δὲ μή, ὁ κηδεύσας ἀποτείσει πρόστειμ[ον] τῷ φίσκῳ (δην.) δισχείλια πεντακόσια καὶ τῇ Ἱερα- | |
5 | πολειτῶν βουλῇ ἄλλο τοσοῦτον καὶ τῷ ἐκδικήσαντι (δην.) δισχείλια πεντακόσια, ἐξουσίαν ἔχοντος παντὸς τοῦ βουλομένου |
ἐκδικεῖν. ὁμοίως οὐδενὶ ἐξέσται ἐπιθεῖναι ἐπὶ τὸν βωμὸν ἑτέραν σορόν, ἐκτὸς εἰ μὴ ζῶντος {τος τος} τοῦ Ἀπολλιναρίου | |
κατὰ συνχώρησιν τοῦ ἐπιθεῖναι ἐξουσίαν λάβῃ· μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ τὸ σύνολον οὐδενὶ ἐξέσται ἐπιθεῖναι ἑτέραν σορὸν ἐπὶ | |
τὸν βωμόν. ο[ὐ]κ ἐξέσται δὲ οὐδενὶ ἔμπροσθεν τοῦ βωμοῦ κατασκευάσειν τι ὃ ἐπισκοτήσει τῷ βωμῷ ἢ τῇ ἐπικειμένῃ κατὰ αὐτοῦ σο[ρῷ] | |
[εἰ δ]ὲ μή, καὶ ὑπὲρ τούτου ἀποτίσει τῇ γερουσίᾳ πρόστε[ιμον] (δην.) πεντακισχείλια. ὃ[ς] δὲ ὑπεναντίον τι ποιήσει τοῖς προγεγραμμένοις, ἔστω μὲν | |
10 | ὑπεύθυνος τοῖς προστ[είμ]οις· καὶ μήτε τέκνων [μ]ήτ[ε] β[ίου] ὄνησις εἴη, [μήτ]ε γῆ βατὴ μήτ[ε] ἡ θάλασσα πλωτή, ἀλλὰ ἄτεκνος καὶ ἄβιος καὶ πηρὸς {ο} |
[παθή]ματι παντὶ ἀποθάνοι καὶ μετὰ θάνατον [ἔχοι] τοὺς ὑποχθονίους θεοὺς τιμωροὺς καὶ κεχολωμένους ὅ τε κελεύσας κατασκευ- | |
ά[σαι ἢ ποιῆσ]αι καὶ ὁ ἐργασάμενος· αἱ δὲ αὐτ[αὶ ἀραὶ] αὖ[θις] καὶ τοῖς μὴ ἐκδικήσασιν περὶ τούτων. τούτου ἀντίγραφον ἀπετέθη | |
εἰς ἀρχεῖον. |