[ ]
Att. — stoich. 28 — 302/1
1 | [θ]εο[ί]. |
ἐπὶ Νικοκλέους ἄρχοντος ἐπὶ τῆ[ς Ο]- | |
ἰνεῖδος ὀγδόης πρυ[ταν]είας, ἧι Ν[ίκ]- | |
ων Θεοδώρου Πλωθεὺ[ς ἐ]γραμμάτευ[ε]- | |
5 | ν· τρίτηι μετ’ εἰκάδας, ἑβδόμει καὶ ε- |
ἰκοστῆι τῆς πρυτανεία[ς]· τῶν προέδ- | |
ρων ἐπεψήφιζεν Χαρίσ[ιο]ς Θεοφίλο- | |
υ Εἰρεσίδης καὶ συμπρόεδροι· Μέμν- | |
ων Μέδοντος Ἀφιδναῖος εἶπεν· ἐπει- | |
10 | δὴ οἱ ταξίαρχοι οἱ ἐπ’ Εὐξενίππου ἄ- |
ρχοντος ἐπεμελήθησαν τῆς τε φυλα- | |
κῆς τῶν τειχῶν καὶ ἐν τοῖς ἐξετασμ- | |
οῖς ἅπασιν διετέλεσαν ἐπιμελόμε- | |
νοι καλῶς καὶ φιλοτίμως ἡγούμενοι | |
15 | τῶν πολιτῶν καὶ τἆλλα πράττοντες, |
ὅσα αὐτοῖς ἡ βουλὴ καὶ ὁ δῆμος προσ- | |
έταττεν, καὶ διὰ ταῦτα ἐπήινεσάν τ- | |
ε αὐτοὺς πολλάκις ἡ βουλὴ καὶ ὁ δῆμ- | |
ος καὶ ἐστεφάνωσεν ἕκαστον αὐτῶν | |
20 | [χ]ρυσῶι στεφάνωι, ἀγαθεῖ τύχει δεδ- |
[ό]χθαι τεῖ βουλεῖ τοὺς προέδρους οἵ- | |
τινες ἂν λάχωσιν προεδρεύειν ἐν τ- | |
ῶι δήμωι εἰς τὴν πρώτην ἐκκλησίαν | |
χρηματίσαι περὶ τούτων, γνώμην δὲ | |
25 | ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δ- |
ῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσ- | |
αι τοὺς ταξιάρχους τοὺς ἐπ’ Εὐξενίπ- | |
που ἄρχοντος καὶ στεφανῶσαι αὐτο- | |
ὺς χρυσῶι στεφάνωι κατὰ τὸν νόμον | |
30 | ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας τῆς |
εἰς τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δ’ | |
αὐτοῖς καὶ προεδρίαν ἐν ἅπασιν το- | |
ῖς ἀγῶσιν οὓς ἂν ἡ πόλις τιθεῖ· τὸν δ- | |
ὲ ἀρχιτέκτονα κατανέμειν αὐτοῖς | |
35 | τὴν θέαν ἀεὶ οὗ ἂν καὶ τοῖς στρατη[γ]- |
οῖς κατανέμηται· ἀναγρ[ά]ψαι [δ]ὲ τόδ- | |
ε τὸ ψήφισμα τὸν γραμματέα [τὸ]ν κατ- | |
ὰ πρυταν[ε]ίαν ἐν [σ]τήλει λιθί[ν]ει κα- | |
[ὶ] σ[τῆσαι] ἔμπροσθεν [τ]οῦ στρατηγίο- | |
40 | υ, εἰς δὲ τὴν ἀναγρα[φὴ]ν τῆς στήλης μ- |
ερίσαι τὸν ἐπὶ τῆι δ[ι]οι[κ]ήσει ΔΔΔ v | |
δραχμὰς ἐκ τῶν εἰς τ[ὰ] κα[τὰ] ψηφίσμα- | |
τα ἀναλισ[κ]ομένων τῶι δήμωι. vacat |