[ ]
Att. — stoich. 28 — 302/1
| 1 | [θ]εο[ί]. |
| ἐπὶ Νικοκλέους ἄρχοντος ἐπὶ τῆ[ς Ο]- | |
| ἰνεῖδος ὀγδόης πρυ[ταν]είας, ἧι Ν[ίκ]- | |
| ων Θεοδώρου Πλωθεὺ[ς ἐ]γραμμάτευ[ε]- | |
| 5 | ν· τρίτηι μετ’ εἰκάδας, ἑβδόμει καὶ ε- |
| ἰκοστῆι τῆς πρυτανεία[ς]· τῶν προέδ- | |
| ρων ἐπεψήφιζεν Χαρίσ[ιο]ς Θεοφίλο- | |
| υ Εἰρεσίδης καὶ συμπρόεδροι· Μέμν- | |
| ων Μέδοντος Ἀφιδναῖος εἶπεν· ἐπει- | |
| 10 | δὴ οἱ ταξίαρχοι οἱ ἐπ’ Εὐξενίππου ἄ- |
| ρχοντος ἐπεμελήθησαν τῆς τε φυλα- | |
| κῆς τῶν τειχῶν καὶ ἐν τοῖς ἐξετασμ- | |
| οῖς ἅπασιν διετέλεσαν ἐπιμελόμε- | |
| νοι καλῶς καὶ φιλοτίμως ἡγούμενοι | |
| 15 | τῶν πολιτῶν καὶ τἆλλα πράττοντες, |
| ὅσα αὐτοῖς ἡ βουλὴ καὶ ὁ δῆμος προσ- | |
| έταττεν, καὶ διὰ ταῦτα ἐπήινεσάν τ- | |
| ε αὐτοὺς πολλάκις ἡ βουλὴ καὶ ὁ δῆμ- | |
| ος καὶ ἐστεφάνωσεν ἕκαστον αὐτῶν | |
| 20 | [χ]ρυσῶι στεφάνωι, ἀγαθεῖ τύχει δεδ- |
| [ό]χθαι τεῖ βουλεῖ τοὺς προέδρους οἵ- | |
| τινες ἂν λάχωσιν προεδρεύειν ἐν τ- | |
| ῶι δήμωι εἰς τὴν πρώτην ἐκκλησίαν | |
| χρηματίσαι περὶ τούτων, γνώμην δὲ | |
| 25 | ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δ- |
| ῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσ- | |
| αι τοὺς ταξιάρχους τοὺς ἐπ’ Εὐξενίπ- | |
| που ἄρχοντος καὶ στεφανῶσαι αὐτο- | |
| ὺς χρυσῶι στεφάνωι κατὰ τὸν νόμον | |
| 30 | ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας τῆς |
| εἰς τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δ’ | |
| αὐτοῖς καὶ προεδρίαν ἐν ἅπασιν το- | |
| ῖς ἀγῶσιν οὓς ἂν ἡ πόλις τιθεῖ· τὸν δ- | |
| ὲ ἀρχιτέκτονα κατανέμειν αὐτοῖς | |
| 35 | τὴν θέαν ἀεὶ οὗ ἂν καὶ τοῖς στρατη[γ]- |
| οῖς κατανέμηται· ἀναγρ[ά]ψαι [δ]ὲ τόδ- | |
| ε τὸ ψήφισμα τὸν γραμματέα [τὸ]ν κατ- | |
| ὰ πρυταν[ε]ίαν ἐν [σ]τήλει λιθί[ν]ει κα- | |
| [ὶ] σ[τῆσαι] ἔμπροσθεν [τ]οῦ στρατηγίο- | |
| 40 | υ, εἰς δὲ τὴν ἀναγρα[φὴ]ν τῆς στήλης μ- |
| ερίσαι τὸν ἐπὶ τῆι δ[ι]οι[κ]ήσει ΔΔΔ v | |
| δραχμὰς ἐκ τῶν εἰς τ[ὰ] κα[τὰ] ψηφίσμα- | |
| τα ἀναλισ[κ]ομένων τῶι δήμωι. vacat |