[ ]
Phryg. — Hierapolis (Pamukkale)
| 1 | [ἐνθάδε Ἀπολ]λώνιος βʹ Εὐτυχοῦς Μολυβᾶ ἐνκεκήδευται αὐτός, κηδευθήσεται δὲ καὶ |
| [τὰ τέκνα αὐ]τοῦ Ἀπολλωνὶς καὶ Ἀπολλώνιος· ἄλλῳ δὲ ἐξέσται οὐδενί· ἠακότος | |
| [δὲ τοῦ Ἀπολ]λωνίου τῷ ὀγδόῳ πυξίῳ τῆς γερουσίας (δην.) τ<ρ>ειακόσια πρὸς τὸ δίδοσθαι | |
| [ἀπὸ τ]οῦ τόκου αὐτῶν τοῖς ἐλθοῦσι καὶ στεφανώσασι τὸ γεινόμενον ἑκάστῳ αὐ- | |
| 5 | τῶν μηνὸς ηʹ κʹ· ἐὰν δέ τις τῶν κα[τ’ ἔτ]ος γυμνασιαρχῶν τὸ στεφανωτικὸν μὴ δια- |
| νείμ[ῃ, ἔ]σται ὑπεύθοινος τῷ Ἀπόλωνι {²⁶Ἀπόλλωνι}²⁶ (δην.) <—ʹ>, καθὼς ἡ ἀποχὴ περιέχι ἡ διὰ τῶν | |
| ἀρχείων δοθεῖσα. ❦ | |
| Ἀπολλωνὶς καὶ Ἀπολλώνιος | |
| προνοήσουσιν δέ μο[υ] τὰ τέκνα τῆς πατρικῆς σοροῦ τῆς ὀπίσω κειμένης. | |
| 10 | ταύτης τῆς ἐπιγραφῆς ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα. |