[ ] Phryg. — Hierapolis (Pamukkale)
1 [ἐνθάδε Ἀπολ]λώνιος βʹ Εὐτυχοῦς Μολυβᾶ ἐνκεκήδευται αὐτός, κηδευθήσεται δὲ καὶ
[τὰ τέκνα αὐ]τοῦ Ἀπολλωνὶς καὶ Ἀπολλώνιος· ἄλλῳ δὲ ἐξέσται οὐδενί· ἠακότος
[δὲ τοῦ Ἀπολ]λωνίου τῷ ὀγδόῳ πυξίῳ τῆς γερουσίας (δην.) τ<ρ>ειακόσια πρὸς τὸ δίδοσθαι
[ἀπὸ τ]οῦ τόκου αὐτῶν τοῖς ἐλθοῦσι καὶ στεφανώσασι τὸ γεινόμενον ἑκάστῳ αὐ-
5 τῶν μηνὸς ηʹ κʹ· ἐὰν δέ τις τῶν κα[τ’ ἔτ]ος γυμνασιαρχῶν τὸ στεφανωτικὸν μὴ δια-
νείμ[ῃ, ἔ]σται ὑπεύθοινος τῷ Ἀπόλωνι {²⁶Ἀπόλλωνι}²⁶ (δην.) <—ʹ>, καθὼς ἡ ἀποχὴ περιέχι ἡ διὰ τῶν
                    ἀρχείων δοθεῖσα. ❦
   Ἀπολλωνὶς                                  καὶ Ἀπολλώνιος
προνοήσουσιν δέ μο[υ] τὰ τέκνα τῆς πατρικῆς σοροῦ τῆς ὀπίσω κειμένης.
10 ταύτης τῆς ἐπιγραφῆς ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us