[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Μάρκου Αὐρηλίου Τρύφ-
[ω]νος Εὐτυχοῦς Ποίθου τοῦ καὶ Φαλύωνος(?), ἐν ᾗ κηδευθήσετ-
αι αὐτοῦ {²⁶αὐτὸς}²⁶ καὶ ἡ γυνὴ αὐτοῦ Εὐτυχία καὶ τὰ τέκνα αὐτοῦ· ἄλλ-
ῳ δὲ οὐδενὶ ἔξεστι κηδεῦσαι ἢ κηδευθῆναι· εἰ δὲ μή̣, ὁ ὑπ-
5 εναντίον ποιήσας ἀποδώσει τῷ ἱερωτάτῳ ταμ[ιε(?)]ίῳ δην-
άρια πεντακόσια. ταύτης τῆς ἐπιγραφῆς ἀν<τί>γραφον ἀπετέθ-
η εἰς τὰ ἀρχῖα.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server