[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ τόπος, ἐφ’ οὗ κεῖται αὐτή, Νείκης Πακονίου Μενάν-
δρου, ἐν ᾗ κεκήδευκεν Αὐρ(ήλιον) Φιλώταν τὸν ἑαυτῆς σύντροφον,
κηδευθήσεται δὲ καὶ ἡ Νείκη, κηδευθήσοντε δὲ καὶ τὰ τέ-
κνα αὐτῆς Αὐρ(ήλιος) Εὐτυχὴς καὶ Φλα(βία) Γλυκωνίς· ἑτέρῳ δὲ οὐ-
5 δενεὶ ἐξέσται κηδεῦσε ἢ κηδευθῆναι· εἰ δὲ μή, ἀποτε-
ίσει τῷ ἱερωτάτῳ ταμείῳ (δην.) φʹ καὶ τῷ ἐγδικήσαντι (δην.) φʹ. ταύτης
τῆς ἐπιγραφῆς τὸ ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us