[ ]
Phryg. — Hierapolis (Pamukkale)
| 1 | ἡ σορὸς καὶ ὁ τόπος, ἐφ’ οὗ κεῖται αὐτή, Νείκης Πακονίου Μενάν- |
| δρου, ἐν ᾗ κεκήδευκεν Αὐρ(ήλιον) Φιλώταν τὸν ἑαυτῆς σύντροφον, | |
| κηδευθήσεται δὲ καὶ ἡ Νείκη, κηδευθήσοντε δὲ καὶ τὰ τέ- | |
| κνα αὐτῆς Αὐρ(ήλιος) Εὐτυχὴς καὶ Φλα(βία) Γλυκωνίς· ἑτέρῳ δὲ οὐ- | |
| 5 | δενεὶ ἐξέσται κηδεῦσε ἢ κηδευθῆναι· εἰ δὲ μή, ἀποτε- |
| ίσει τῷ ἱερωτάτῳ ταμείῳ (δην.) φʹ καὶ τῷ ἐγδικήσαντι (δην.) φʹ. ταύτης | |
| τῆς ἐπιγραφῆς τὸ ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα. |