[ ]
Phryg. — Hierapolis (Pamukkale)
| 1 | ἡ σορὸς καὶ ὁ τόπος [Π]ο[υ(βλίου)] Αἰλίου Ἑ̣[ρμογένους Χαρ(?)]οπείνου, ἐν ᾗ κη- |
| [δευθήσεται ὁ υἱὸς(?) αὐτ]οῦ· ἐν ᾗ κεκήδευται Σωτηρὶς ἡ γυνὴ | |
| αὐτοῦ, κηδευθήσεται δὲ ἐν αὐτῇ καὶ ὁ Ἑρμογέν[ης, ἄλλος] | |
| δὲ οὐδείς· εἰ δὲ μή, ὁ κηδεύσας τεινὰ ἀποδώσει τῷ [ἱερω]- | |
| 5 | [τάτῳ ταμίῳ(?)] (δην.) ͵βφʹ καὶ τῷ Ἀπόλλωνι (δην.) ͵αψʹ καὶ τῷ ἐκδικήσαντι (δην.) ωʹ. |
| π̣ρ̣ονοήσει δὲ τῆς ἐπιμελε[ί]ας τῆς σοροῦ [ἡ] ἐ[ργασί]α̣ τῶν βαφέων. κατ- | |
| έδωκα στεφανωτικὸν, καθὼς τὸ γενόμενον ἔνγραφον τοῦ | |
| στεφανωτικοῦ περιέχει, δοθησομένου τοῦ στεφανωτικοῦ | |
| {περιέχει δοθησομένου τοῦ στεφανωτικοῦ} κατὰ ἔτος, (δην.) ͵α δη- | |
| 10 | [— — —] τούτου ἀντίγραφον ἀπετέθη ε[ἰς] τὰ ἀρχεῖα. |