[ ]
Phryg. — Hierapolis (Pamukkale)
| 1 | ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Μάρ(κου) Αὐρ(ηλίου) Νεικηφόρου |
| Τερτυλλείνου, ἐν ᾗ κηδευθήσεται αὐτὸς καὶ ἡ γυνὴ | |
| Αὐρ(ηλία) Ζωτικὴ καὶ τὰ τέκνα αὐτῶν Νεικηφόρος καὶ Διονύσιος, | |
| ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται κηδευθῆναι. εἴ τις δὲ παρὰ ταῦτα | |
| 5 | ὑπεναντίον ποιήσει, ἀποτείσει τῷ ἱερωτάτῳ ταμίῳ ἀττικὰς φʹ. |