[ ]
Att. — stoich. 28 — 303/2 — IG II² 496 Add. (pt. 1.2 p. 661)
| 1 | [ἐπὶ Λ]εωστρ[άτου ἄρχοντος ἐπὶ τῆς Α]- |
| [ἰαντί]δος δω[δεκάτης πρυτανείας ἧ]- | |
| [ι Διόφ]αντος Δ[ιονυσοδώρου Φηγούσ]- | |
| [ιος ἐγ]ραμμ[ά]τ[ευεν· Σκιροφοριῶνος] | |
| 5 | [ἕνηι κ]αὶ νέαι [προτέραι, μιᾶι καὶ τρ]- |
| [ιακοσ]τεῖ τῆς πρ[υτανείας· ἐκκλησί]- | |
| [α· τῶν π]ροέδρων ἐπ[εψήφιζεν Ἐπικρά]- | |
| [της Φι]λέ[ο]υ Λαμπ[τρεὺς καὶ συμπρόε]- | |
| [δροι· ἔ]δοξεν τῶι δ[ήμωι· Στρατοκλῆ]- | |
| 10 | [ς Εὐθυ]δήμου Διομ[εεὺς εἶπεν· ἐπειδ]- |
| [ὴ Σόλ]ων Στράτων[ος Βαργυλιήτης δ]- | |
| [ιατρίβω]ν παρὰ τ[ῶι βασιλεῖ Δημητρ]- | |
| [ίωι διατε]λεῖ πρ[άττων ἀγαθὸν ὅτι δ]- | |
| [ύναται καὶ] λόγ[ωι καὶ ἔργωι περί τε] | |
| 15 | [τοὺς ἀφικνουμένους ἰδίαι Ἀθηναί]- |
| [ων πρὸς τὸν βα]σιλέα κ[α]ὶ κοινῆι [περ]- | |
| [ὶ τ]ὸν δῆμον τὸν Ἀθηναίων, ἀγαθῆι [τύ]- | |
| χηι δεδόχθαι τῶι δήμωι ἐπαινέσαι | |
| αὐτὸν ἀρετῆς ἕνεκα καὶ εὐνοίας τ[ῆ]- | |
| 20 | ς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τ[ο]- |
| ὺς βασιλεῖς καὶ στεφανῶσαι χρυσ[ῶ]- | |
| ι στεφάνωι κατὰ τὸν νόμον Σόλωνα [Σ]- | |
| τράτωνος Βαργυλιήτην καὶ εἶναι [α]- | |
| ὐτὸν Ἀθηναῖον καὶ ἐγγόνους αὐτο[ῦ] | |
| 25 | καὶ γράψασθαι φυλῆς καὶ δήμου κα[ὶ] |
| φρατρίας ἧς ἂν βούληται κατὰ τὸν ν- | |
| όμον· δοῦναι δὲ καὶ τὴν ψῆφον περὶ [α]- | |
| ὐτοῦ τοὺς πρυτάνεις εἰς τὴν πρώτη- | |
| ν ἐκκλησίαν καὶ τοὺς θεσμοθέτας [τ]- | |
| 30 | οὺς ἐπὶ Νικοκλέους ἄρχοντος προ[γ]- |
| ράψαι αὐτῶι τὴν δοκιμασίαν ἐν τῶ[ι] | |
| Μεταγειτνιῶνι μηνί, ὅπως ἂν οἱ δι[α]- | |
| τρίβοντες παρὰ τῶι βασιλεῖ ἅπαν[τ]- | |
| ες ἐνδεικνύωνται τὴν εὔνοιαν τῶ[ι] | |
| 35 | δήμωι εἰδότες ὅτι τιμηθήσονται ὑ- |
| πὸ τοῦ δήμου ἀξίως τῆς εὐνοίας· ἀνα- | |
| γράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμ- | |
| ματέα τοῦ δήμου ἐν στήλει λιθίνηι | |
| καὶ στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν | |
| 40 | ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ἐ- |
| πὶ τεῖ διοικήσει vΔΔΔv δραχμάς. | |
| {²vacat 0.06}² | |
| 42 | ὁ δῆμος |
| vacat 0.15 |