[ ]
Phryg. — Hieropolis (Koçhisar): Hüdāi Kaplicasi — bef. 216 AD — IChUR(1) II,1.xv — SEG 30.1479
1 | [ἐ]κ̣λεκτῆς πόλε̣ως ὁ πολεί[της] τ̣οῦτ’ ἐποίη̣[σα] |
[ζῶν, ἵ]ν̣’ ἔχω φανερ̣[ὴν] σώματος ἔνθα θέσιν, | |
οὔνομ’ <Ἀβέρκιος ὤν ὁ> μαθητὴς ποιμένος ἁγνοῦ, | |
[ὅς βόσκει προβάτων ἀγέλας ὄρεσιν πεδίοις τε], | |
5 | [ὀφθαλμοὺς ὃς ἔχει μεγάλους πάντῃ καθορῶντας]· |
[οὗτος γὰρ μ’ ἐδίδαξε — — γράμματα πιστά], | |
εἰς Ῥώμη[ν ὃς ἔπεμψεν] ἐμὲν βασ̣ι̣λ̣[ίδ’ ἀναθρῆσαι] | |
καὶ βασίλισσ̣[αν ἰδεῖν χρυσό]στολον χρυ̣[σοπέδιλον]. | |
λαὸν δ’ εἶδον̣ ἐ̣[κεῖ λαμπρὰν] σφραγεῖδαν ἔ[χοντα] | |
10 | καὶ Συρίης πέ[δον εἶδα] καὶ ἄστεα πάν[τα, Νισῖβιν] |
Εὐφράτην διαβ̣[άς· πάν]τῃ δ’ ἔσχον συνο̣[μαίμους]. | |
Π̣α̣ῦ̣λ̣ο̣ν̣ ἔ̣χ̣ω̣ν̣ ἐ̣π̣’ ὄ̣[χῳ]· Πίστις π̣[άντῃ δὲ προῆγε] | |
καὶ παρέθηκε̣ [τροφὴν] πάντῃ ἰχθὺν ἀ[πὸ πηγῆς] | |
πανμεγέθη καθ[αρόν, οὗ] ἐδράξατο παρθέ[νος ἁγνή], | |
15 | καὶ τοῦτον ἐπέ[δωκε φί]λ̣ι̣ο̣ι̣ς̣ ἐ̣σ̣θ̣ε̣[ῖν διὰ παντός], |
οἶνον χρηστὸν ἔχουσα, κέρασμα διδοῦσα μετ’ ἄρτου. | |
ταῦτα παρεστὼς εἶπον Ἀβέρκιος ὧδε γραφῆναι, | |
ἑβδομηκοστὸν ἔτος καὶ δεύτερον ἦγον ἀληθῶς. | |
ταῦθ’ ὁ νοῶν εὔξαιτο ὑπὲρ Ἀβερκίου πᾶς ὁ συνῳδός. | |
20 | οὐ μέντοι τύμβῳ τις ἐμῷ ἕτερόν τινα θήσει. |
εἰ δ’ οὖν Ῥωμαίων ταμείῳ θήσ<ει> δισχείλια <χ>ρυσᾶ | |
καὶ χ̣ρηστῇ πατρίδι̣ Ἱεροπόλει χείλια χρυσᾶ. |