[ ]
Phryg. — Hieropolis (Koçhisar): Hüdāi Kaplicasi — bef. 216 AD — IChUR(1) II,1.xv — SEG 30.1479
| 1 | [ἐ]κ̣λεκτῆς πόλε̣ως ὁ πολεί[της] τ̣οῦτ’ ἐποίη̣[σα] |
| [ζῶν, ἵ]ν̣’ ἔχω φανερ̣[ὴν] σώματος ἔνθα θέσιν, | |
| οὔνομ’ <Ἀβέρκιος ὤν ὁ> μαθητὴς ποιμένος ἁγνοῦ, | |
| [ὅς βόσκει προβάτων ἀγέλας ὄρεσιν πεδίοις τε], | |
| 5 | [ὀφθαλμοὺς ὃς ἔχει μεγάλους πάντῃ καθορῶντας]· |
| [οὗτος γὰρ μ’ ἐδίδαξε — — γράμματα πιστά], | |
| εἰς Ῥώμη[ν ὃς ἔπεμψεν] ἐμὲν βασ̣ι̣λ̣[ίδ’ ἀναθρῆσαι] | |
| καὶ βασίλισσ̣[αν ἰδεῖν χρυσό]στολον χρυ̣[σοπέδιλον]. | |
| λαὸν δ’ εἶδον̣ ἐ̣[κεῖ λαμπρὰν] σφραγεῖδαν ἔ[χοντα] | |
| 10 | καὶ Συρίης πέ[δον εἶδα] καὶ ἄστεα πάν[τα, Νισῖβιν] |
| Εὐφράτην διαβ̣[άς· πάν]τῃ δ’ ἔσχον συνο̣[μαίμους]. | |
| Π̣α̣ῦ̣λ̣ο̣ν̣ ἔ̣χ̣ω̣ν̣ ἐ̣π̣’ ὄ̣[χῳ]· Πίστις π̣[άντῃ δὲ προῆγε] | |
| καὶ παρέθηκε̣ [τροφὴν] πάντῃ ἰχθὺν ἀ[πὸ πηγῆς] | |
| πανμεγέθη καθ[αρόν, οὗ] ἐδράξατο παρθέ[νος ἁγνή], | |
| 15 | καὶ τοῦτον ἐπέ[δωκε φί]λ̣ι̣ο̣ι̣ς̣ ἐ̣σ̣θ̣ε̣[ῖν διὰ παντός], |
| οἶνον χρηστὸν ἔχουσα, κέρασμα διδοῦσα μετ’ ἄρτου. | |
| ταῦτα παρεστὼς εἶπον Ἀβέρκιος ὧδε γραφῆναι, | |
| ἑβδομηκοστὸν ἔτος καὶ δεύτερον ἦγον ἀληθῶς. | |
| ταῦθ’ ὁ νοῶν εὔξαιτο ὑπὲρ Ἀβερκίου πᾶς ὁ συνῳδός. | |
| 20 | οὐ μέντοι τύμβῳ τις ἐμῷ ἕτερόν τινα θήσει. |
| εἰ δ’ οὖν Ῥωμαίων ταμείῳ θήσ<ει> δισχείλια <χ>ρυσᾶ | |
| καὶ χ̣ρηστῇ πατρίδι̣ Ἱεροπόλει χείλια χρυσᾶ. |