[ ]
Phryg. — Hieropolis (Koçhisar): Hüdāi Kaplicasi — bef. 216 AD — IChUR(1) II,1.xv — IGR 4.696
| 1 | ἐκλεκτῆς πόλεως ὁ πολείτης τοῦτ’ ἐποίησα |
| ζῶν, ἵν’ ἔχω φανερῶ[ς] σώματος ἔνθα θέσιν, | |
| οὔνομ’ Ἀουίρκιος [ὤν, ὁ] μαθητὴς Ποιμένος ἁγνοῦ, | |
| ὃς βόσκει προβάτων ἀγέλας ὄρεσι[ν] πεδίοις τε, | |
| 5 | ὀφθαλμοὺς ὃς ἔχει μεγάλους [καὶ πάνθ’] ὁρόωντας· |
| οὗτος γάρ μ’ ἐδίδαξε [․․․․․․․․] γράμματα πιστά, | |
| εἰς Ῥώμην ὃς ἔπεμψεν ἐμὲν βασιλῆαν ἀθρῆσαι | |
| καὶ βασίλισσαν ἰδεῖν χρυσόστολον χρυσοπέδιλον· | |
| λαὸν δ’ εἶδον ἐκεῖ λαμπρὰν σφραγεῖδαν ἔχοντα· | |
| 10 | καὶ Συρίης πέδον εἶδα καὶ ἄστεα πάντα, Νίσιβιν, |
| Εὐφράτην διαβάς· πάντη δ’ ἔσχον συνομήθεις, | |
| Παῦλον ἔχων ἔπο[μην], Πίστις πάντη δὲ προήγε | |
| καὶ παρέθηκε τροφὴν πάντη, Ἰχθὺν ἀπὸ πηγῆς, | |
| πανμεγέθη, καθαρόν, ὃν ἐδράξατο Παρθένος ἁγνή, | |
| 15 | καὶ τοῦτον ἐπέδωκε φίλοις ἔσθειν διὰ παντός, |
| οἶνον χρηστὸν ἔχουσα, κέρασμα διδοῦσα μετ’ ἄρτου. | |
| ταῦτα παρεστὼς εἶπον Ἀουίρκιος ὧδε γραφῆναι· | |
| ἑβδομηκοστὸν ἔτος καὶ δεύτερον ἦγον ἀληθῶς. | |
| ταῦθ’ ὁ νοῶν εὔξαιθ’ ὑπὲρ [αὐτοῦ] πᾶς ὁ συνῳδός. | |
| 20 | οὐ μέντοι τύμβῳ τις ἐμῷ ἕτερόν τινα θήσει· |
| εἰ δ’ οὖν, Ῥωμαίων ταμείῳ θήσει δισχείλια χρυσᾶ, | |
| καὶ χρηστῇ πατρίδι Ἱεράπολ[ι] χείλια χρυσᾶ. |