[ ] Phryg. — Synnada (Şuhut) — BCH 17.1893.282,84
1 ἡ βουλὴ καὶ ὁ δῆμος
ἐτείμησεν Ποσειδώ-
νιον Ἀρτεμιδώρου ἄν-
δρα εὐγενῆ καὶ <ἐκ> προγ-
5 όνων πολλὰ παρασχόμε-
νον τῇ πατρίδι, στεφανη-
φορήσαντα μετὰ πάσης φιλο-
τειμίας καί μεγαλοψυχίας, καὶ
γραμματεύσαντα τῆς βουλῆς
10 καὶ τοῦ δήμου ἐνδόξως, καὶ
σειτωνήσαντα πιστῶς, καὶ ἐν
ἄλλοις χρήσιμον γε-
νόμενον τῇ πατρίδι· τὴν
ἀνάθεσιν ποιησαμένης
15 Απφιας Γλύκωνος τῆς
    γυναικὸς αὐτοῦ.
Search Help
Contact Us