[ ]
Phryg. — Synnada (Şuhut) — BCH 17.1893.282,84
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
| ἐτείμησεν Ποσειδώ- | |
| νιον Ἀρτεμιδώρου ἄν- | |
| δρα εὐγενῆ καὶ <ἐκ> προγ- | |
| 5 | όνων πολλὰ παρασχόμε- |
| νον τῇ πατρίδι, στεφανη- | |
| φορήσαντα μετὰ πάσης φιλο- | |
| τειμίας καί μεγαλοψυχίας, καὶ | |
| γραμματεύσαντα τῆς βουλῆς | |
| 10 | καὶ τοῦ δήμου ἐνδόξως, καὶ |
| σειτωνήσαντα πιστῶς, καὶ ἐν | |
| ἄλλοις χρήσιμον γε- | |
| νόμενον τῇ πατρίδι· τὴν | |
| ἀνάθεσιν ποιησαμένης | |
| 15 | Απφιας Γλύκωνος τῆς |
| γυναικὸς αὐτοῦ. |