[ ]
Phryg. — Eumeneia (Işıklı) — 2nd-3rd c. AD
1 | Ἰουλία Μαρκίω Εὐβο̣ύ̣λ̣ω |
ἰδίω ἀνδρὶ μνήμης [χά]ριν | |
ἰς ὃ μνημεῖον ἐ[ξ]έσται | |
τεθῆναι τῆ Ἰουλία καὶ τοῖς̣ | |
5 | τέκνοις αὐτῆς· εἰ δέ τι[ς] |
ἕτερος ἐπιχειρήσει θή- | |
σει ἰς τὸν Καίσαρος φίσκον | |
(δην.) ϛβφʹ καὶ ὃς ἂν ὀρύξει ἀπὸ | |
τεσσάρων ποδῶν τοῦ ❦ | |
10 | μνημείου θήσει καὶ αὐ- |
τὸς ἰς τὸν Καίσαρος φίσ- | |
κον (δην.) ͵βφʹ, ἐξέσ- | |
ται δὲ τῆ Ἰουλία καὶ | |
ἕτερον κηδεῦσαι ὃν | |
15 | ἂν αὐτὴ βουληθῆ. |