[ ]
Phryg. — Apollonia (Uluborlu) — 222 AD
1 | [ἔτους ζμσʹ]. |
γειαρότας δοιοὺς τούσδ’ ἐθέμην Σαγαρις | |
ἀντὶ βοῶν ζώντων τοὺς Δοκιμεῖς ἀρότας, | |
οὓς ἐσάωσε θεὸς ὅτε βούβρωστις κατὰ γαῖαν | |
5 | σαρκοβόρος δεινή τε φόνον βρείθουσα ἄλυκτ[ον] |
κόσμον ἐπέσχετ<ο> πάντα· ἐμοὶ φύγον ἐ<κ> καμάτ̣[οιο] | |
ἐργατιναὶ καλοὶ ξανθοὶ γαίης ἀροτῆρε[ς]· | |
καὶ βόας ἐρρύσω ψυχὰς δὲ βροτῶν ἐσάωσ[ας] | |
[καὶ Γαλατῶν γαίης ἤγαγες ἐς πατρίδα], | |
[υἷά τ’ ἐμὸν κύδηνας ἐνι Τρόκμοις ζαθέοισι]. | |
10 | [τοὔνεκεν οὐ μέγα δῶρον ἐγὼ τὸν βωμὸν ἔθηκα], |
[τίς γὰρ δῶρον ἄνακτι θεῶν ἀντάξιον εὕροι;] |