[ ]
Phryg. — Apollonia (Uluborlu) — 222 AD
| 1 | [ἔτους ζμσʹ]. |
| γειαρότας δοιοὺς τούσδ’ ἐθέμην Σαγαρις | |
| ἀντὶ βοῶν ζώντων τοὺς Δοκιμεῖς ἀρότας, | |
| οὓς ἐσάωσε θεὸς ὅτε βούβρωστις κατὰ γαῖαν | |
| 5 | σαρκοβόρος δεινή τε φόνον βρείθουσα ἄλυκτ[ον] |
| κόσμον ἐπέσχετ<ο> πάντα· ἐμοὶ φύγον ἐ<κ> καμάτ̣[οιο] | |
| ἐργατιναὶ καλοὶ ξανθοὶ γαίης ἀροτῆρε[ς]· | |
| καὶ βόας ἐρρύσω ψυχὰς δὲ βροτῶν ἐσάωσ[ας] | |
| [καὶ Γαλατῶν γαίης ἤγαγες ἐς πατρίδα], | |
| [υἷά τ’ ἐμὸν κύδηνας ἐνι Τρόκμοις ζαθέοισι]. | |
| 10 | [τοὔνεκεν οὐ μέγα δῶρον ἐγὼ τὸν βωμὸν ἔθηκα], |
| [τίς γὰρ δῶρον ἄνακτι θεῶν ἀντάξιον εὕροι;] |