[ ]
Phryg. — Nuri Bey
| 1 | ☩ ἐμὺ τὸ ζῆν Χριστὸς κὲ τὸ ἀποθανῖν κέρδος. Ἀμάραντ̣ο[ς] |
| διάκων ἐλεεινὸς δοῦλος Κυρίου ἐνβλέψας τὴν τοῦ προσκέρου βίου | |
| ζοὴν πέντε μὲν δεκάδας τελέσας βουλιθὶς σὺν τῷ ἀδερφῷ Κυρι- | |
| ακῷ εὐξαμένης τῆς μητρὸς αὐτῶν Σωφρονίης ἐπύησαν τὸ μνῆμα | |
| 5 | τοῦτο ἑαυτῦς κὲ τε͂ς συνβίυς αὐτῶν Παπιανῆς κὲ Πανχαρίης κὲ τῶν |
| γλυκυτάτων πεδίων Δόμνης κὲ πάντων τῶν πεδίων τῶν κληρονμούντων τὸν πε- | |
| νιχρὸν βίον. ☩ βλέπε δὲ ὁ ἀναγινώσκων ὅτι ὁ θάνατος πᾶσιν ἡτύμαστε. | |
| εὔχεσθε [τὸ]ν θεὸν ὅπως ἰαθῆτε ἀπὸ τῶν ἁμαρτιῶν. ☩ δίκευ χέροιτε. ☩ |