[ ]
Phryg., N. — Appia (Pınarcık-Abya) — Yapılcan — 244-247 AD
1 | ἀγαθῇ τύχῃ. |
Imp(erator) Caes(ar) M. 〚[Iul. P]hi[lippus p(ius) f(elix) Aug(ustus)]〛 et 〚M. Iul. Philippu〛s n[o]bi[l]issimus Caes(ar) M. Au[r. Eglecto] | |
pe[r] Didymum mili(tem) cen(tenarium) frum(entarium) proconsul{e} v(iro) c(larissimo) perspecta fide eorum quae [adlegastis si] | |
quid iniuriose geratur, ad sollicitudinem suam revocabit. AE {²⁷XAE?}²⁷. | |
5 | Αὐτοκράτορι Κέσαρι Μ. 〚Ἰουλίῳ Φιλίππῳ〛 Εὐσεβεῖ Εὐτυχεῖ Σεβ(αστῷ) κὲ 〚Μ. Ἰουλίῳ〛 |
〚Φιλίππῳ〛 ἐπιφανεστάτῳ Κέσαρι δέησις παρὰ Αὐρηλίου Ἐγλέκτ[ου — —]- | |
νου τῶν Ἀραγουηνῶν παροίκων κὲ γεωργῶν τῶν ὑμετέρων [τοῦ ἐν τῇ Ἀππι]- | |
ανῇ δήμου κοινο<ῦ> Μοιτεανῶν Σοηνῶν τῶν κατὰ Φρυγίαν τόπων διὰ τοῦ [φρουμενταρίου] | |
στρατιώτου· vv πάντων ἐν τοῖς μακαριωτάτοις ὑμῶν καίροις εὐσεβέσ[τατοι κὲ ἀλυ]- | |
10 | πότατοι τῶν πώποτε βασιλέων, ἤρεμον καὶ γαληνὸν τὸν βίον διαγ[όντων πάσης πο]- |
νηρίας κὲ διασεισμῶν πεπαυμένων, μόνοι ἡμεῖς ἀλλότρια τῶν ε[ὐτυχεστάτων] | |
καιρῶν πάσχοντες τήνδε τὴν ἱκετείαν [ὑ]μεῖν προσάγομεν. ἔχε[ι δὲ τὸ τῆς διηγ]- | |
ήσεως ἐν τούτοις· v χωρίον ὑμέτερόν [ἐ]σμεν, ἱερώτατ[οι Καίσαρες {²⁷βασιλεῖς?}²⁷, δῆ]- | |
μος ὁλόκληρος οἱ καταφεύγοντες κὲ γεινόμενοι τῆς ὑμετέρας [οὐσίας γεώργοι, δια]- | |
15 | σειόμεθα δὲ παρὰ τὸ ἄλογον κὲ παραπρασσόμεθα ὑπ’ ἐκείνων ο[ἷς σώζειν τὸ δημό]- |
σιον ὀφ‵ί′λει· μεσόγειοι γὰρ τυγχάνοντες κὲ μ[ή]τε παρὰ στρατ[οπέδοις ὄντες πάσ]- | |
χομεν ἀλλότρια τῶν ὑμετέρων μακαριωτάτων καίρων· [διοδεύοντες γὰρ] | |
τὸ Ἀππιανῶν κλίμα παραλιμπάνοντες τὰς λεωφόρους ὁ[δοὺς οἵ τε στρα]- | |
τιῶται κὲ δυνάσται τῶν προυχόντων κ[ατ]ὰ τὴν πόλιν Ἀ[ππίαν κὲ δοῦλοι ὑ]- | |
20 | μέτεροι ἐπεισε[ρ]χόμενοι κὲ καταλιμπάνοντες τὰς λε[ωφόρους ὁδοὺς κὲ ἀπὸ τῶν] |
ἔργων ἡμᾶς ἀφίσταντες κὲ τοῦς ἀροτῆρας βόας ἀνγ[αρεύοντες τὰ μηδὲν ὀφει]- | |
λόμενα αὐτοῖς παραπράσσουσιν· κὲ συμβαίνει οὐ [τὰ τυχόντα ἡμᾶς ἐκ τοῦ τοι]- | |
ούτου ἀδικεῖσθαι διασειομένους· περὶ ὧν ἁπά[ντων ἤδη ἐγράφη πρὸς τὸ σόν, ὦ] | |
Σεβαστέ, μέγεθος, ὁπότε τὴν ἔπαρχον διεῖπε[ς ἀρχὴν ἐμφαίνοτες τὸ γεγο]- | |
25 | νός. ὅπως περὶ τούτων ἐκεινήθη σου ἡ θ[ειότης, ἡ ἀντιγραφὴ δηλοῖ ἡ] |
ἐντεταγμένη· quae libe[l]lo conplexi esti[s, ad proco(n)s(ulem) misimus] | |
qui dabit operam ne d[iu]tiu{i}s {²⁶diutius}²⁶ querell[is locus sit]. | |
ἐπειδὴ οὖν οὐδὲν ὄφελο[ς ἡ]μεῖν ἐκ ταύτης τ[ῆς δεήσεως γέγονε, συνβέ]- | |
βηκεν δὲ ἡμᾶς κατὰ τὴν ἀγροικίαν τὰ μὴ ὀφει[λόμενα παραπράσσεσθαι, ἐ]- | |
30 | πενβαινόντων τινῶν κὲ συνπατούντων ἡμᾶς π[αρὰ τὸ δίκαιον, ὡσαύτως δ]- |
ὲ ὑπὸ τῶν Κεσαριανῶν οὐ τὰ τυχόντα δι[ασ]είεσ[θαι καὶ τὰ ἡμέτερα ἐξ]- | |
[αναλί]σκεσθαι κὲ τὰ χωρία ἐρημοῦσθαι κὲ ΛΛ․[— — —· μεσόγειοι γὰρ] | |
[τυγχάνοντε]ς καὶ οὐ παρὰ τ[ὴν ὁ]δὸν κατοικοῦντες [— — —] | |
[— — —] δυνάμενα [․․․․․] ταύτη ․ΕΜΙ․Χ[— — —] | |
35 | — — — |