[ ] Phryg. — Meros (Demirözü): Kyorz Keui — IGR 4.680 (part)
1 Λυσίμαχος Νικίου τόδε τ[ὸ μνημεῖ]-
ον ἑαυτῷ καὶ τοῖς προαπο[θανοῦσι]
γυναικὶ καὶ τρισὶν τέκνοις [ἰδίοις ἔ]-
τι ζῶν κατασκευάσας ἐν τ[․․․․]-
5 δι, καθιέρωσα αὐτό τε τὸ [ἡρῷ(?)]-
ον καὶ τὸν περὶ αὐτὸ τόπο[ν παν]-
ταχῇ κύκλῳ ποδῶν ογʹ. α[ὐτὸ δὲ]
τοῦτο μνημεῖον καὶ τὸν [περικεί]-
μενον αὐτῷ τόπον οὔτ[ε τοῖς συν(?)]-
10 νόμοις οὔτε κληρονόμ[οις μου]
ἢ ἐκγόνοις ἐξέσται οὔτε [ἀγορά]-
σασθαι οὔτε πωλῆσαι ὅ[λως(?) οὔτε]
θάψαι τινα εἰς αὐτό γε τὸ μ[νημεῖ]-
ον ἤ τὸν ἔμπροσθε τοῦ μν[ημείου]
15 τόπον· ἐν δὲ τῷ λοιπῷ ἐξέ[σται]·
ἐὰν δέ τις τολμήσῃ πωλ[ῆσαι]
ἢ ἀγοράσαι, ἔστω ἡ μετο[υσία]
τοῦ χωρίου δήμου Ῥωμαί[ων].
Search Help
Contact Us