[ ]
Phryg. — Meros (Demirözü): Kyorz Keui — IGR 4.680 (part)
1 | Λυσίμαχος Νικίου τόδε τ[ὸ μνημεῖ]- |
ον ἑαυτῷ καὶ τοῖς προαπο[θανοῦσι] | |
γυναικὶ καὶ τρισὶν τέκνοις [ἰδίοις ἔ]- | |
τι ζῶν κατασκευάσας ἐν τ[․․․․]- | |
5 | δι, καθιέρωσα αὐτό τε τὸ [ἡρῷ(?)]- |
ον καὶ τὸν περὶ αὐτὸ τόπο[ν παν]- | |
ταχῇ κύκλῳ ποδῶν ογʹ. α[ὐτὸ δὲ] | |
τοῦτο μνημεῖον καὶ τὸν [περικεί]- | |
μενον αὐτῷ τόπον οὔτ[ε τοῖς συν(?)]- | |
10 | νόμοις οὔτε κληρονόμ[οις μου] |
ἢ ἐκγόνοις ἐξέσται οὔτε [ἀγορά]- | |
σασθαι οὔτε πωλῆσαι ὅ[λως(?) οὔτε] | |
θάψαι τινα εἰς αὐτό γε τὸ μ[νημεῖ]- | |
ον ἤ τὸν ἔμπροσθε τοῦ μν[ημείου] | |
15 | τόπον· ἐν δὲ τῷ λοιπῷ ἐξέ[σται]· |
ἐὰν δέ τις τολμήσῃ πωλ[ῆσαι] | |
ἢ ἀγοράσαι, ἔστω ἡ μετο[υσία] | |
τοῦ χωρίου δήμου Ῥωμαί[ων]. |