[ ] Phryg. — Upper Tembris Valley: Yalnizsaray — Cl.Rev. 11.1897.31,4 — EA 27.1996.33,19
1 Σύμμαχος Ἀντύλ[λου] κὲ οἱ υἱοὶ αὐτοῦ Ἀντ[ύλ]λος κὲ Ἀλέξαν-
δρος [κὲ] Σύμμαχος κατὰ χ[ρησ]μὸν Κλαρίῳ Ἀπόλλωνι ἀν[έσ]τησαν.
               χρησμός.
εἵσατέ μοι βωμὸν π[αν]θηέα τῇδ’ ἐνὶ χώρῃ,
5 εἰς αὐγὰς ἀθρέοντα πολυσκόπου ἠέλιοιο·
εὐαγίας δ’ ἐπὶ τοῦδε τε[λ]είετε μηνὸς ἑκάστου,
ὄφρα κεν ἀλκήτωρ τε[λέ]θων τὰ συν[ώρ]ια τεύχω.
5 [τῶγ] καρπῶν γὰρ ἐγὼ πέλο[μ]αι [μ]ερόπεσσι παρέκτω[ρ],
[οὓς] ἐθέλω σῶ<ση> {²⁶σῶσαι}²⁶ τε κὲ [οἷς] κλέος οἶδα φορέσκειν.
Search Help