ClRev 11 (1897) 137,7
[ ] Phryg. — Upper Tembris Valley: Altıntaş — 3rd c. AD or later — ClRev 11 (1897) 137,7 — GVI 819
1 τὸν πάσης ἀρετῆς κὲ ἐν ἀνδράσι κῦδος ἔχοντα
Μοντιανὸν καθορᾷς· κατέχει, ξένε, οὗτος ὁ τύνβος
τὸν πατρίδος προνοοῦντα, πᾶσιν πεφιλημένον ἄνδρα
Μοντιανόν, στέφανον πατρίδος, βουλευτῶν γένος ἐν πρώτοις,
5 ἐνδόξων γονέων Κυρίλλου τε πατρὸς Πρόκλης τε τεκούσης.
τὸν καὶ πᾶσα πατρὶς ποθ[έ]ει Ἀμία τε σύνευνος,
ὃν προέπενψε πατρὶς [γ]αία δῆμοί τε τοσοῦτοι,
κλαίοντες μέγαν ἄνδρα εἰς Ἀίδαο περῶντα,
11 [ὃ]ν κὲ τέκνα ποθητὰ τιμῇς μεγάλῃς προέπενψαν.′
9 εἴ τις τῆσδε γλυφῆς δολίας χ[ε]ῖρας προσενένκ[η]ι,
10 ἄτεκνος, ἄτυμβος, ἀνανχίστευτος ὀλ[ε]ῖται.
Search Help
Contact Us