[ ]
Phryg. — Upper Tembris Valley: Altıntaş — 3rd c. AD or later — ClRev 11 (1897) 137,7 — GVI 819
| 1 | τὸν πάσης ἀρετῆς κὲ ἐν ἀνδράσι κῦδος ἔχοντα |
| Μοντιανὸν καθορᾷς· κατέχει, ξένε, οὗτος ὁ τύνβος | |
| τὸν πατρίδος προνοοῦντα, πᾶσιν πεφιλημένον ἄνδρα | |
| Μοντιανόν, στέφανον πατρίδος, βουλευτῶν γένος ἐν πρώτοις, | |
| 5 | ἐνδόξων γονέων Κυρίλλου τε πατρὸς Πρόκλης τε τεκούσης. |
| τὸν καὶ πᾶσα πατρὶς ποθ[έ]ει Ἀμία τε σύνευνος, | |
| ὃν προέπενψε πατρὶς [γ]αία δῆμοί τε τοσοῦτοι, | |
| κλαίοντες μέγαν ἄνδρα εἰς Ἀίδαο περῶντα, | |
| 11 | ‵[ὃ]ν κὲ τέκνα ποθητὰ τιμῇς μεγάλῃς προέπενψαν.′ |
| 9 | εἴ τις τῆσδε γλυφῆς δολίας χ[ε]ῖρας προσενένκ[η]ι, |
| 10 | ἄτεκνος, ἄτυμβος, ἀνανχίστευτος ὀλ[ε]ῖται. |