[ ]
Phryg. — Oraka — Anth.Pal. 7.331 — GVI 676 w/ Gnomon 31.1959.13
| 1 | τύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φροῦρις, |
| ἄξιον ἡμετέρης εὐσεβίης στέφανον. | |
| λείπω δ’ ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων, | |
| πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης. | |
| 5 | μουνόγαμος θνῄσκω, δέκα δ’ ἐν ζωοῖσιν ἔτι ζῶ |
| Νυμφική, εὐτεκνίης καρπὸν ἀειραμένη. |