[ ]
Aeol. — Kyme (Namurt Limani) — 2nd-1st c. BC — GVI 1917 — Merk.-Staub. 05/03/05
| 1 | Ποσειδωνίου ἴσθι με κοῦρον Μέντορα Χῖον |
| 1a | {²Kranz vom Ölbaum}² |
| {²59 cm frei für Gemälde}² | |
| 2 | Μέντορα τὸν Χῖον λεύσσεις, ξένε, τόνθ’ ὑπὸ μητρὸς |
| Χίας εἰς Ἄϊδος δῶμα καθελκόμενον, | |
| ὃν λίπεν ὀκταέτη· πατρίδος δ’ ἀπονόσφιν ἰ{δ}οῦσα {²⁶ἰοῦσα}²⁶ | |
| 5 | ξείνισεν ἡ γενέτειρ’ ἀργαλέοις ξενίοις. |
| ἀμφοτέροισι θ’ ἵσον ζωῆς χρόνον ἤνυσε Μοῖρα· | |
| εἰκοσ<ι>πενταετεῖς θ’ ἥλιον ἐξέλιπον. | |
| δήμου δὲ στέφανος πινυτὴν φρένα μηνύει ἀνδρός | |
| ἀρτιφυοῦς· λείπει δ{ὲ} ἄλγεα πατρὶ φίλωι. |