[ ]
Aeol. — Kyme (Namurt Limani) — 1st c. BC? — GVI 1095 — Merk.-Staub. 05/03/03
1 | Δαμοδίκα Κρ[άτητος, γυν]ὴ δὲ |
Ἑρμογένου τ[ο]ῦ Ἀσ[κλη]πιάδου | |
χαῖρε. | |
[οὔ]νομα Δαμοδίκα, πόσις ἀγλαὸς Ἑρμογένης μο[ι] | |
5 | <τί>μιος, ὁ σπείρας δ’ ἐμ βιοτᾷ με Κράτης· |
[θ]νάσκω δ’ οὐκ ἀβόα̣τος, ἐπεὶ καὶ παῖδα λέλοιπ[α] | |
[κ]α̣ὶ κλέος ἐγ νίκας ἅρματι κυδαλίμ[ας]· | |
[ἄ]νερα δ’ οὐχ ἰδόμαν ὅτ’ ἀπέπνεον, ἀλλ’ ἐνὶ Ῥώ[μᾳ] | |
[πρ]εσβεύων πυμάταν οὐκ ἐνέπλησε χάρι[ν]. |