[ ] Gal., N. — Ankyra (Ankara) — 856-866 AD — CIG 8795; LBW 1804 — Byzantion 4.1927/28.439,II
1 πένθει φθαρεῖσα καὶ κλιθεῖσα{ν} πρὸς γ[όνυ]
χερσὶν Περσικαῖς μιαιφόνος {²⁶μιαιφόνως}²⁶ ἐκπάλαι,
νῦν ἐξεγείρου τῶν κακῶν ἀνειμένη
ἀπαμφιάζου πενθικὴν ἀμορφίαν,
5 δέχου στολισμὸν νυμφικ[ῆς ἀγλαΐας]
θεοστίβοις λί[θα]ξιν ἐστηριγμένη——
θ(εο)ῦ γὰρ οὕτως εὐνοεῖτα̣ι τὸ κράτος——
δίδου δὲ χεῖραν τῷ καλοῦντι προθύμως
ἵνα πρὸς ὕψος ἐμφανῶς ἀναστήσῃ
10 σε τὴν πεσοῦσαν ἐν βαράθρῳ κινδύνων
[χειρὶ] κραταιᾷ Μιχαὴλ ὁ δεσπότης,
[μέγ]ας βασιλεὺς ν[ικητ]ὴς στεφηφόρος,
τὴν σὴν [ν]εουργῶν ἀσφαλῆ κατοικίαν,
Ἄγκυρα τερπνή, παμφαεστάτη πόλις,
15 πάσης Γαλατῶν πατρίδος σὺ λαμπρότης.
Search Help
Contact Us