[ ]
Gal., N. — Ankyra (Ankara) — 856-866 AD — CIG 8795; LBW 1804 — Byzantion 4.1927/28.439,II
| 1 | πένθει φθαρεῖσα καὶ κλιθεῖσα{ν} πρὸς γ[όνυ] |
| χερσὶν Περσικαῖς μιαιφόνος {²⁶μιαιφόνως}²⁶ ἐκπάλαι, | |
| νῦν ἐξεγείρου τῶν κακῶν ἀνειμένη | |
| ἀπαμφιάζου πενθικὴν ἀμορφίαν, | |
| 5 | δέχου στολισμὸν νυμφικ[ῆς ἀγλαΐας] |
| θεοστίβοις λί[θα]ξιν ἐστηριγμένη—— | |
| θ(εο)ῦ γὰρ οὕτως εὐνοεῖτα̣ι τὸ κράτος—— | |
| δίδου δὲ χεῖραν τῷ καλοῦντι προθύμως | |
| ἵνα πρὸς ὕψος ἐμφανῶς ἀναστήσῃ | |
| 10 | σε τὴν πεσοῦσαν ἐν βαράθρῳ κινδύνων |
| [χειρὶ] κραταιᾷ Μιχαὴλ ὁ δεσπότης, | |
| [μέγ]ας βασιλεὺς ν[ικητ]ὴς στεφηφόρος, | |
| τὴν σὴν [ν]εουργῶν ἀσφαλῆ κατοικίαν, | |
| Ἄγκυρα τερπνή, παμφαεστάτη πόλις, | |
| 15 | πάσης Γαλατῶν πατρίδος σὺ λαμπρότης. |