[ ]
Gal., N. — Ankyra (Ankara) — 856-866 AD — CIG 8795; LBW 1804 — Byzantion 4.1927/28.439,II
1 | πένθει φθαρεῖσα καὶ κλιθεῖσα{ν} πρὸς γ[όνυ] |
χερσὶν Περσικαῖς μιαιφόνος {²⁶μιαιφόνως}²⁶ ἐκπάλαι, | |
νῦν ἐξεγείρου τῶν κακῶν ἀνειμένη | |
ἀπαμφιάζου πενθικὴν ἀμορφίαν, | |
5 | δέχου στολισμὸν νυμφικ[ῆς ἀγλαΐας] |
θεοστίβοις λί[θα]ξιν ἐστηριγμένη—— | |
θ(εο)ῦ γὰρ οὕτως εὐνοεῖτα̣ι τὸ κράτος—— | |
δίδου δὲ χεῖραν τῷ καλοῦντι προθύμως | |
ἵνα πρὸς ὕψος ἐμφανῶς ἀναστήσῃ | |
10 | σε τὴν πεσοῦσαν ἐν βαράθρῳ κινδύνων |
[χειρὶ] κραταιᾷ Μιχαὴλ ὁ δεσπότης, | |
[μέγ]ας βασιλεὺς ν[ικητ]ὴς στεφηφόρος, | |
τὴν σὴν [ν]εουργῶν ἀσφαλῆ κατοικίαν, | |
Ἄγκυρα τερπνή, παμφαεστάτη πόλις, | |
15 | πάσης Γαλατῶν πατρίδος σὺ λαμπρότης. |